Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.156 Joseph. AJ 8.159 (English) >>Joseph. AJ 8.163

8.157καὶ οἱ Ῥωμαίων δὲ αὐτοκράτορες ἐκ γενετῆς ἀπʼ ἄλλων χρηματίσαντες ὀνομάτων Καίσαρες καλοῦνται τῆς ἡγεμονίας καὶ τῆς τιμῆς τὴν προσηγορίαν αὐτοῖς θεμένης ἀλλʼ οὐχ οἷς ὑπὸ τῶν πατέρων ἐκλήθησαν τούτοις ἐπιμένοντες. νομίζω δὲ καὶ Ἡρόδοτον τὸν Ἁλικαρνασέα διὰ τοῦτο μετὰ Μιναίαν τὸν οἰκοδομήσαντα Μέμφιν τριάκοντα καὶ τριακοσίους βασιλεῖς Αἰγυπτίων γενέσθαι λέγοντα μὴ δηλῶσαι αὐτῶν τὰ ὀνόματα, ὅτι κοινῶς Φαραῶθʼ ἐκαλοῦντο· 8.158καὶ γὰρ μετὰ τὴν τούτων τελευτὴν γυναικὸς βασιλευσάσης λέγει τοὔνομα Νικαύλην καλῶν δηλῶν, ὡς τῶν μὲν ἀρρένων βασιλέων τὴν αὐτὴν προσηγορίαν ἔχειν δυναμένων, τῆς δὲ γυναικὸς οὐκέτι κοινωνεῖν ἐκείνης, καὶ διὰ τοῦτʼ εἶπεν αὐτῆς τὸ φύσει δεῆσαν ὄνομα. 8.159ἐγὼ δὲ καὶ ἐν τοῖς ἐπιχωρίοις ἡμῶν βιβλίοις εὗρον, ὅτι μετὰ Φαραώθην τὸν Σολόμωνος πενθερὸν οὐκέτʼ οὐδεὶς τοῦτο τὸ ὄνομα βασιλεὺς Αἰγυπτίων ἐκλήθη, καὶ ὅτι ὕστερον ἧκε πρὸς Σολόμωνα προειρημένη γυνὴ βασιλεύουσα τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας. περὶ μὲν οὖν ταύτης μετʼ οὐ πολὺ δηλώσομεν· νῦν δὲ τούτων ἐπεμνήσθην, ἵνα παραστήσω τὰ ἡμέτερα βιβλία καὶ τὰ παρʼ Αἰγυπτίοις περὶ πολλῶν ὁμολογοῦντα. 8.160

δὲ βασιλεὺς Σολόμων τοὺς ἔτι τῶν Χαναναίων οὐχ ὑπακούοντας, οἳ ἐν τῷ Λιβάνῳ διέτριβον ὄρει καὶ μέχρι πόλεως Ἀμάθης, ὑποχειρίους ποιησάμενος φόρον αὐτοῖς προσέταξε καὶ πρὸς τὸ θητεύειν αὐτῷ καὶ τὰς οἰκετικὰς χρείας ἐκτελεῖν καὶ πρὸς γεωργίαν κατʼ ἔτος ἐξ αὐτῶν ἐπελέγετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.156 Joseph. AJ 8.159 (English) >>Joseph. AJ 8.163

Powered by PhiloLogic